Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.33 Dem. 27.36 (English) >>Dem. 27.40

27.35λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντʼ αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δʼ ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς. τοῦτο δʼ ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ. τούτου τοίνυν μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, πρόσοδος ἀπὸ τῶν ἀνδραπόδων, δʼ εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα· οἷς τὸ ἔργον ἂν προσθῆτʼ ἐπὶ δραχμῇ μόνον τῶν δέκʼ ἐτῶν, ὀκτὼ τάλανθʼ εὑρήσετε σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας. 27.36τὴν μὲν τοίνυν τροφὴν ἀπὸ τῶν ἑβδομήκοντα μνῶν καὶ ἑπτὰ λογιστέον τῶν ἀπὸ τοῦ ἐργαστηρίου γενομένων. Θηριππίδης γὰρ ἑπτὰ μνᾶς ἐδίδου καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰς ταῦτα, καὶ ἡμεῖς τοῦτο λαβεῖν ὁμολογοῦμεν. ὥσθʼ ἑβδομήκοντα μνῶν ἐν τοῖς δέκʼ ἔτεσιν τροφὴν τούτων ἡμῖν ἀνηλωκότων, τὸ περιὸν τὰς ἑπτακοσίας προστίθημʼ αὐτοῖς, καὶ τούτων πλείω εἰμὶ τεθηκώς. δʼ ἐμοὶ δοκιμασθέντι παρέδοσαν καὶ ὅσον εἰς τὴν πόλιν εἰσενηνόχασιν, τοῦτʼ ἀπὸ τῶν ὀκτὼ ταλάντων καὶ τοῦ προσόντος ἀφαιρετέον ἐστίν. 27.37ἀπέδοσαν μὲν τοίνυν οὗτος καὶ Θηριππίδης μίαν καὶ τριάκοντα μνᾶς, εἰσφορὰς δʼ εἰσενηνοχέναι λογίζονται δυοῖν δεούσας εἴκοσι μνᾶς. ἐγὼ δʼ ὑπερβαλὼν τοῦτο ποιήσω τριάκοντα μνᾶς, ἵνα πρὸς ταῦτα μηδʼ ἀντειπεῖν ἔχωσιν. οὐκοῦν ἂν ἀφέλητε τὸ τάλαντον ἀπὸ τῶν ὀκτὼ ταλάντων, ἑπτὰ τὰ λειπόμενʼ ἐστί, καὶ ταῦτα, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσι, τούτους ἔχειν ἐστὶν ἀναγκαῖον. τοῦτο τοίνυν, εἰ καὶ τἄλλα πάντʼ ἀποστεροῦσιν ἀρνούμενοι μὴ ἔχειν, ἀποδοῦναι προσῆκεν, ὁμολογοῦντάς γε λαβεῖν ταῦτʼ ἐκ τῶν ἐμῶν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.33 Dem. 27.36 (English) >>Dem. 27.40

Powered by PhiloLogic